Add parallel Print Page Options

18 Καὶ τῷ ἀγγέλῳ [a]τῆς ἐν Θυατείροις ἐκκλησίας γράψον· Τάδε λέγει ὁ υἱὸς τοῦ θεοῦ, ὁ ἔχων τοὺς ὀφθαλμοὺς αὐτοῦ ὡς φλόγα πυρός, καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ·

19 Οἶδά σου τὰ ἔργα, καὶ τὴν [b]ἀγάπην καὶ τὴν πίστιν καὶ τὴν διακονίαν καὶ τὴν ὑπομονήν σου, καὶ τὰ ἔργα σου τὰ ἔσχατα πλείονα τῶν πρώτων. 20 ἀλλὰ ἔχω κατὰ σοῦ ὅτι ἀφεῖς τὴν [c]γυναῖκα Ἰεζάβελ, ἡ [d]λέγουσα ἑαυτὴν προφῆτιν, καὶ διδάσκει καὶ πλανᾷ τοὺς ἐμοὺς δούλους πορνεῦσαι καὶ φαγεῖν εἰδωλόθυτα. 21 καὶ ἔδωκα αὐτῇ χρόνον ἵνα μετανοήσῃ, καὶ οὐ θέλει μετανοῆσαι ἐκ τῆς πορνείας αὐτῆς. 22 ἰδοὺ βάλλω αὐτὴν εἰς κλίνην, καὶ τοὺς μοιχεύοντας μετ’ αὐτῆς εἰς θλῖψιν μεγάλην, ἐὰν μὴ [e]μετανοήσωσιν ἐκ τῶν ἔργων αὐτῆς· 23 καὶ τὰ τέκνα αὐτῆς ἀποκτενῶ ἐν θανάτῳ· καὶ γνώσονται πᾶσαι αἱ ἐκκλησίαι ὅτι ἐγώ εἰμι ὁ ἐραυνῶν νεφροὺς καὶ καρδίας, καὶ δώσω ὑμῖν ἑκάστῳ κατὰ τὰ ἔργα ὑμῶν. 24 ὑμῖν δὲ λέγω τοῖς λοιποῖς τοῖς ἐν Θυατείροις, ὅσοι οὐκ ἔχουσιν τὴν διδαχὴν ταύτην, οἵτινες οὐκ ἔγνωσαν τὰ βαθέα τοῦ Σατανᾶ, ὡς λέγουσιν, οὐ βάλλω ἐφ’ ὑμᾶς ἄλλο βάρος· 25 πλὴν ὃ ἔχετε κρατήσατε ἄχρι οὗ ἂν ἥξω. 26 καὶ ὁ νικῶν καὶ ὁ τηρῶν ἄχρι τέλους τὰ ἔργα μου, δώσω αὐτῷ ἐξουσίαν ἐπὶ τῶν ἐθνῶν, 27 καὶ ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ ὡς τὰ σκεύη τὰ κεραμικὰ [f]συντρίβεται, 28 ὡς κἀγὼ εἴληφα παρὰ τοῦ πατρός μου, καὶ δώσω αὐτῷ τὸν ἀστέρα τὸν πρωϊνόν. 29 ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.

Read full chapter

Footnotes

  1. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:18 τῆς Treg NIV RP ] τῷ WH
  2. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:19 ἀγάπην καὶ τὴν πίστιν WH NIV RP ] πίστιν καὶ τὴν ἀγάπην Treg
  3. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:20 γυναῖκα WH Treg NIV ] + σοῦ RP
  4. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:20 λέγουσα WH Treg NIV ] λέγει RP
  5. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:22 μετανοήσωσιν Treg NIV RP ] μετανοήσουσιν WH
  6. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:27 συντρίβεται WH Treg NIV ] συντριβήσεται RP